Add parallel Print Page Options

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [a]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [b]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [c]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [d]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [e]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [f]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, [g]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· [h]Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου [i]ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 [j]καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέ [k]ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς [l]ἂν θέλῃ [m]μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς [n]ἂν θέλῃ [o]ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ [p]ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος [q]τυφλὸς [r]προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ [s]Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· [t]Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· [u]Φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, [v]ἔγειρε, φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ [w]ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς [x]αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Τί [y]σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 [z]καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ [aa]εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει [ab]αὐτῷ ἐν τῇ ὁδῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:38 WH Treg NIV ] καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:39 Τὸ WH Treg NIV ] + μὲν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:40 WH Treg NIV ] καὶ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἐστιν WH Treg NIV ] ἔσται RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἂν WH Treg NIV ] ἐὰν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 μέγας γενέσθαι WH Treg NIV ] γενέσθαι μέγας RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἂν WH NIV ] ἐὰν Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἐν ὑμῖν εἶναι WH NIV ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 τυφλὸς WH Treg NIV ] ὁ τυφλὸς RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Ναζαρηνός WH Treg NIV ] Ναζωραῖός RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Υἱὲ WH Treg NIV ] Ὁ ὑιὸς RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 Φωνήσατε αὐτόν WH Treg NIV ] αὐτὸν φωνηθῆναι RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:50 ἀναπηδήσας WH Treg NIV ] ἀναστὰς RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NIV ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 σοι θέλεις ποιήσω WH Treg NIV ] θέλεις ποιήσω σοί RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 καὶ ὁ WH NIV ] ὁ δὲ Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 αὐτῷ WH Treg NIV ] τῷ Ἰησοῦ RP